Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 3.17 Dem. 3.21 (English) >>Dem. 3.24

3.19εἰ δέ τις ἡμῖν ἔχει καὶ τὰ θεωρικὰ ἐᾶν καὶ πόρους ἑτέρους λέγειν στρατιωτικούς, οὐχ οὗτος κρείττων; εἴποι τις ἄν. φήμʼ ἔγωγε, εἴπερ ἔστιν, ἄνδρες Ἀθηναῖοι· ἀλλὰ θαυμάζω εἴ τῴ ποτʼ ἀνθρώπων γέγονεν γενήσεται, ἂν τὰ παρόντʼ ἀναλώσῃ πρὸς μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸς δεῖ. ἀλλʼ, οἶμαι, μέγα τοῖς τοιούτοις ὑπάρχει λόγοις παρʼ ἑκάστου βούλησις, διόπερ ῥᾷστον ἁπάντων ἐστὶν αὑτὸν ἐξαπατῆσαι· γὰρ βούλεται, τοῦθʼ ἕκαστος καὶ οἴεται, τὰ δὲ πράγματα πολλάκις οὐχ οὕτω πέφυκεν. 3.20ὁρᾶτʼ οὖν, ἄνδρες Ἀθηναῖοι, ταῦθʼ οὕτως, ὅπως καὶ τὰ πράγματʼ ἐνδέχεται καὶ δυνήσεσθʼ ἐξιέναι καὶ μισθὸν ἕξετε. οὔ τοι σωφρόνων οὐδὲ γενναίων ἐστὶν ἀνθρώπων, ἐλλείποντάς τι διʼ ἔνδειαν χρημάτων τῶν τοῦ πολέμου εὐχερῶς τὰ τοιαῦτʼ ὀνείδη φέρειν, οὐδʼ ἐπὶ μὲν Κορινθίους καὶ Μεγαρέας ἁρπάσαντας τὰ ὅπλα πορεύεσθαι, Φίλιππον δʼ ἐᾶν πόλεις Ἑλληνίδας ἀνδραποδίζεσθαι διʼ ἀπορίαν ἐφοδίων τοῖς στρατευομένοις.

3.21καὶ ταῦτʼ οὐχ ἵνʼ ἀπέχθωμαί τισιν ὑμῶν, τὴν ἄλλως προῄρημαι λέγειν· οὐ γὰρ οὕτως ἄφρων οὐδʼ ἀτυχής εἰμʼ ἐγὼ ὥστʼ ἀπεχθάνεσθαι βούλεσθαι μηδὲν ὠφελεῖν νομίζων· ἀλλὰ δικαίου πολίτου κρίνω τὴν τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι. καὶ γὰρ τοὺς ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δʼ οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, τὸν ὁμώνυμον ἐμαυτῷ, τὸν Περικλέα.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 3.17 Dem. 3.21 (English) >>Dem. 3.24

Powered by PhiloLogic